Προκείμενον. Ἦχος γ΄
Ψάλατε τῷ Θεῷ ἡμῶν ψάλατε.
Στίχ. Πάντα τὰ ἔθνη κροτήσατε χεῖρας
Πράξεων τῶν Ἀποστόλων τὸ Ἀνάγνωσμα 2:38-43
Ἐν ταῖς ἡμέραις ἐκείναις, εἶπε Πέτρος πρὸς τὸν λαὸν· Μετανοήσατε, καὶ
βαπτισθήτω ἕκαστος ὑμῶν ἐπὶ τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ εἰς
ἄφεσιν ἁμαρτιῶν, καὶ λήψεσθε τὴν δωρεὰν τοῦ ἁγίου Πνεύματος· ὑμῖν
γάρ ἐστιν ἡ ἐπαγγελία καὶ τοῖς τέκνοις ὑμῶν καὶ πᾶσι τοῖς εἰς μακρὰν ὅσους ἂν
προσκαλέσηται Κύριος ὁ Θεὸς ἡμῶν. Ἑτέροις τε λόγοις πλείοσι διεμαρτύρετο,καὶ
παρεκάλει αὐτοὺς λέγων· Σώθητε ἀπὸ τῆς γενεᾶς τῆς σκολιᾶς ταύτης. Οἱ μὲν οὖν
ἀποδεξάμενοι τὸν λόγον αὐτοῦ ἐβαπτίσθησαν, καὶ προσετέθησαν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ
ψυχαὶ ὡσεὶ τρισχίλιαι. Ἦσαν δὴ προσκαρτεροῦντες τῇ διδαχῇ τῶν Ἀποστόλων καὶ τῇ
κοινωνίᾳ, τῇ κλάσει τοῦ ἄρτου καὶ ταῖς προσευχαῖς. Ἐγένετο δὲ πάσῃ ψυχῇ φόβος,
πολλά τε τέρατα καὶ σημεῖα διὰ τῶν ἀποστόλων ἐγίνετο.
Ἀλληλούϊα.
Ἦχος δ΄
Ἔντεινε καὶ κατευοδοῦ καὶ βασίλευε.
Στίχ. Ἠγάπησαν δικαιοσύνην καὶ
ἐμίσησας ἀνομίαν
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου