ΑΠΟΣΤΟΛΟΣ

...ΑΠΟΣΤΟΛΟΣ --- ΠΡΟΚΕΙΜΕΝΑ καί ΑΛΛΗΛΟΥΪΑΡΙΑ -- ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ -- ΕΠΙΣΤΟΛΑΙ ΠΑΥΛΟΥ ΠΕΡΙΟΔΩΝ Α,Β,Γ,Δ,Ε -- ΑΠΟΣΤΟΛΟΙ ΕΟΡΤΩΝ ΤΩΝ ΜΗΝΩΝ, ΙΑΝ, ΦΕΒ, ΜΑΡ, ΑΠΡ, ΜΑΪ, ΙΟΥΝ, ΙΟΥΛ, ΑΥΓ, ΣΕΠ, ΟΚΤ, ΝΟΕ, ΔΕΚ....

Τρίτη 20 Σεπτεμβρίου 2016

ΚΥΡΙΑΚΗ ΑΝΤΙΠΑΣΧΑ



Προκείμενον. Ἦχος γ΄
Μέγας ὁ Κύριος καὶ μεγάλη ἡ ἰσχὺς αὐτοῦ.
Στίχ. Αἰνεῖτε τὸν Κύριον ὅτι ἀγαθὸς
Πράξεων τῶν Ἀποστόλων τὸ Ἀνάγνωσμα  5:12-20
Ἐν ταῖς ἡμέραις ἐκείναις, διὰ τῶν χειρῶν τῶν ἀποστόλων ἐγίνετο σημεῖα καὶ τέρατα ἐν τῷ λαῷ πολλὰ · (καὶ ἦσαν ὁμοθυμαδὸν ἅπαντες ἐν τῇ Στοᾷ Σολομῶντος. Τῶν δὲ λοιπῶν οὐδεὶς ἐτόλμα κολλᾶσθαι αὐτοῖς, ἀλλ΄ ἐμεγάλυνεν αὐτοὺς ὁ λαός· μᾶλλον δὲ προσετίθεντο πιστεύοντες τῷ Κυρίῳ πλήθη ἀνδρῶν τε καὶ γυναικῶν· ὥστε κατὰ τὰς πλατείας ἐκφέρειν τοὺς ἀσθενεῖς καὶ τιθέναι ἐπὶ κλινῶν καὶ κραβάττων, ἵνα ἐρχομένου Πέτρου κἂν ἡ σκιὰ ἐπισκιάσῃ τινὶ αὐτῶν. Συνήρχετο δὲ καὶ τὸ πλῆθος τῶν πέριξ πόλεων Ἰερουσαλήμ, φέροντες ἀσθενεῖς καὶ ὀχλουμένους ὑπὸ πνευμάτων ἀκαθάρτων, οἵτινες ἐθεραπεύοντο ἅπαντες. Ἀναστὰς δὲ ὁ ἀρχιερεὺς καὶ πάντες οἱ σὺν αὐτῷ, ἡ οὖσα αἵρεσις τῶν Σαδδουκαίων, ἐπλήσθησαν ζήλου καὶ ἐπέβαλον τὰς χεῖρας ἐπὶ τοὺς ἀποστόλους καὶ ἔθεντο αὐτοὺς ἐν τηρήσει δημοσίᾳ. Ἄγγελος δὲ Κυρίου διὰ νυκτὸς ἤνοιξε τὰς θύρας τῆς φυλακῆς ἐξαγαγών τε αὐτοὺς εἶπε· Πορεύεσθε καὶ σταθέντες λαλεῖτε ἐν τῷ ἱερῷ τῷ λαῷ πάντα τὰ ῥήματα τῆς ζωῆς ταύτης.
Ἀλληλούϊα. Ἦχος  πλ. δ΄
Δεῦτε ἀγαλλιασώμεθα τῷ Κυρίῳ

Στίχ. Ὅτι Θεὸς μέγας Κύριος

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου