Πρὸς
Γαλάτας Ἐπιστολῆς Παύλου τὸ Ἀνάγνωσμα 3:8-12
Ἀδελφοί, προϊδοῦσα ἡ γραφὴ ὅτι ἐκ πίστεως δικαιοῖ τὰ ἔθνη ὁ
Θεὸς, προευηγγελίσατο τῷ ᾽Αβραὰμ· ὅτι εὐλογηθήσονται ἐν σοὶ πάντα τὰ ἔθνη. Ὥστε
οἱ ἐκ πίστεως εὐλογοῦνται σὺν τῷ πιστῷ ᾽Αβραάμ. Ὅσοι γὰρ ἐξ ἔργων νόμου εἰσίν,
ὑπὸ κατάραν εἰσίν· γέγραπται γάρ· ὅτι ᾽Επικατάρατος πᾶς ὃς οὐκ ἐμμένει ἐν πᾶσι
τοῖς γεγραμμένοις ἐν τῷ βιβλίῳ τοῦ νόμου τοῦ ποιῆσαι αὐτά. Ὅτι δὲ ἐν νόμῳ
οὐδεὶς δικαιοῦται παρὰ τῷ Θεῷ δῆλον· ὅτι ῾ὁ δίκαιος ἐκ πίστεως ζήσεται· ὁ δὲ
νόμος οὐκ ἔστιν ἐκ πίστεως, ἀλλ᾽ ὁ ποιήσας αὐτὰ ἄνθρωπος ζήσεται ἐν αὐτοῖς.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου