Πρὸς
Γαλάτας Ἐπιστολῆς Παύλου τὸ Ἀνάγνωσμα 2:11-16
Ἀδελφοί, ὅτε ἦλθεν Πέτρος εἰς ᾽Αντιόχειαν, κατὰ πρόσωπον αὐτῷ ἀντέστην, ὅτι
κατεγνωσμένος ἦν. Πρὸ τοῦ γὰρ ἐλθεῖν τινας ἀπὸ ᾽Ιακώβου μετὰ τῶν ἐθνῶν
συνήσθιεν· ὅτε δὲ ἦλθον, ὑπέστελλεν καὶ ἀφώριζεν ἑαυτόν, φοβούμενος τοὺς ἐκ
περιτομῆς. Καὶ συνυπεκρίθησαν αὐτῷ καὶ οἱ λοιποὶ ᾽Ιουδαῖοι, ὥστε καὶ Βαρνάβας
συναπήχθη αὐτῶν τῇ ὑποκρίσει. Ἀλλ᾽ ὅτε εἶδον ὅτι οὐκ ὀρθοποδοῦσι πρὸς τὴν
ἀλήθειαν τοῦ Εὐαγγελίου, εἶπον τῷ Κηφᾷ ἔμπροσθεν πάντων. Εἰ σὺ ᾽Ιουδαῖος
ὑπάρχων ἐθνικῶς ζῇς καὶ οὐκ ᾽Ιουδαϊκῶς, τί τὰ ἔθνη ἀναγκάζεις ᾽Ιουδαΐζειν;
῾Ημεῖς φύσει ᾽Ιουδαῖοι καὶ οὐκ ἐξ ἐθνῶν ἁμαρτωλοί, εἰδότες δὲ ὅτι οὐ δικαιοῦται
ἄνθρωπος ἐξ ἔργων νόμου ἐὰν μὴ διὰ πίστεως ᾽Ιησοῦ Χριστοῦ· καὶ ἡμεῖς εἰς
Χριστὸν ᾽Ιησοῦν ἐπιστεύσαμεν, ἵνα δικαιωθῶμεν ἐκ πίστεως Χριστοῦ καὶ οὐκ ἐξ
ἔργων νόμου· , διότι οὐ δικαιωθήσεται ἐξ ἔργων νόμου πᾶσα σάρξ.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου