Πρὸς
Κορινθίους Α΄ Ἐπιστολῆς Παύλου τὸ Ἀνάγνωσμα 2:6-9
Ἀδελφοί, σοφίαν λαλοῦμεν ἐν τοῖς τελείοις, σοφίαν δὲ οὐ τοῦ αἰῶνος τούτου
οὐδὲ τῶν ἀρχόντων τοῦ αἰῶνος τούτου τῶν καταργουμένων· ἀλλὰ λαλοῦμεν Θεοῦ
σοφίαν ἐν μυστηρίῳ, τὴν ἀποκεκρυμμένην, ἣν προώρισεν ὁ Θεὸς πρὸ τῶν αἰώνων εἰς
δόξαν ἡμῶν· ἣν οὐδεὶς τῶν ἀρχόντων τοῦ αἰῶνος τούτου ἔγνωκεν, εἰ γὰρ ἔγνωσαν,
οὐκ ἂν τὸν Κύριον τῆς δόξης ἐσταύρωσαν. Ἀλλὰ καθὼς γέγραπται, ἃ ὀφθαλμὸς οὐκ
εἶδεν καὶ οὖς οὐκ ἤκουσεν καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη, ἃ ἡτοίμασεν ὁ
Θεὸς τοῖς ἀγαπῶσιν αὐτόν.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου