Προκείμενον.
Ἦχος δ΄
Ὡς ἐμεγαλύνθη τὰ ἔργα σου Κύριε, πάντα ἐν σοφίᾳ ἐποίησας.
Στίχ. Εὐλόγει ἡ ψυχή μου τὸν
Κύριον.
Πρὸς
Γαλάτας Ἐπιστολῆς Παύλου τὸ Ἀνάγνωσμα 2:16-20
Ἀδελφοί, εἰδότες ὅτι οὐ δικαιοῦται ἄνθρωπος ἐξ ἔργων νόμου, ἐὰν μὴ διὰ
πίστεως ᾽Ιησοῦ Χριστοῦ, καὶ ἡμεῖς εἰς Χριστὸν ᾽Ιησοῦν ἐπιστεύσαμεν, ἵνα
δικαιωθῶμεν ἐκ πίστεως Χριστοῦ καὶ οὐκ ἐξ ἔργων νόμου· διότι ἐξ ἔργων νόμου οὐ
δικαιωθήσεται πᾶσα σάρξ. Εἰ δὲ ζητοῦντες δικαιωθῆναι ἐν Χριστῷ εὑρέθημεν καὶ
αὐτοὶ ἁμαρτωλοί, ἆρα Χριστὸς ἁμαρτίας διάκονος; μὴ γένοιτο! Εἰ γὰρ, ἃ κατέλυσα,
ταῦτα πάλιν οἰκοδομῶ, παραβάτην ἐμαυτὸν συνίστημι. Ἐγὼ γὰρ διὰ νόμου νόμῳ
ἀπέθανον ἵνα Θεῷ ζήσω. Χριστῷ συνεσταύρωμαι· ζῶ δὲ οὐκέτι ἐγώ, ζῇ δὲ ἐν ἐμοὶ
Χριστός· ὃ δὲ νῦν ζῶ ἐν σαρκί, ἐν πίστει ζῶ τῇ τοῦ Υἱοῦ τοῦ Θεοῦ τοῦ
ἀγαπήσαντός με καὶ παραδόντος ἑαυτὸν ὑπὲρ ἐμοῦ.
Ἀλληλούϊα.
Ἦχος δ΄
Ἔντειναι καὶ κατευοδοῦ, καὶ βασίλευε ἕνεκεν ἀληθείας καὶ πρᾳότητος καὶ
δικαιοσύνης.
Στίχ. Ἠγάπησας δικαιοσύνην καὶ
ἐμίσησας ἀνομίαν.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου