ΑΠΟΣΤΟΛΟΣ

...ΑΠΟΣΤΟΛΟΣ --- ΠΡΟΚΕΙΜΕΝΑ καί ΑΛΛΗΛΟΥΪΑΡΙΑ -- ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ -- ΕΠΙΣΤΟΛΑΙ ΠΑΥΛΟΥ ΠΕΡΙΟΔΩΝ Α,Β,Γ,Δ,Ε -- ΑΠΟΣΤΟΛΟΙ ΕΟΡΤΩΝ ΤΩΝ ΜΗΝΩΝ, ΙΑΝ, ΦΕΒ, ΜΑΡ, ΑΠΡ, ΜΑΪ, ΙΟΥΝ, ΙΟΥΛ, ΑΥΓ, ΣΕΠ, ΟΚΤ, ΝΟΕ, ΔΕΚ....

Τρίτη 9 Ιανουαρίου 2018

ΚΥΡΙΑΚΗ ΤΗΣ ΤΥΡΟΦΑΓΟΥ

Προκείμενον. Ἦχος γ΄
Ψάλατε τῷ Θεῷ ἡμῶν, ψάλατε.
Στίχ. Πάντα τὰ ἔθνη κροτήσατε χεῖρας.

Πρὸς Ρωμαίους Ἐπιστολῆς Παύλου τὸ Ἀνάγνωσμα  13:11-14:14:1-4
Ἀδελφοί, νῦν  ἐγγύτερον ἡμῶν ἡ σωτηρία ἢ ὅτε ἐπιστεύσαμεν. Ἡ νὺξ προέκοψεν, ἡ δὲ ἡμέρα ἤγγικεν. Ἀποθώμεθα οὖν τὰ ἔργα τοῦ σκότους καὶ ἐνδυσώμεθα τὰ ὅπλα τοῦ φωτός. Ὡς ἐν ἡμέρᾳ εὐσχημόνως περιπατήσωμεν, μὴ κώμοις καὶ μέθαις, μὴ κοίταις καὶ ἀσελγείαις, μὴ ἔριδι καὶ ζήλῳ, ἀλλ᾽ ἐνδύσασθε τὸν Κύριον ᾽Ιησοῦν Χριστόν, καὶ τῆς σαρκὸς πρόνοιαν μὴ ποιεῖσθε εἰς ἐπιθυμίας. Τὸν δὲ ἀσθενοῦντα τῇ πίστει προσλαμβάνεσθε, μὴ εἰς διακρίσεις διαλογισμῶν. Ὃς μὲν πιστεύει φαγεῖν πάντα, ὁ δὲ ἀσθενῶν λάχανα ἐσθίει. Ὁ ἐσθίων τὸν μὴ ἐσθίοντα μὴ ἐξουθενείτω, καὶ ὁ μὴ ἐσθίων τὸν ἐσθίοντα μὴ κρινέτω· ὁ Θεὸς γὰρ αὐτὸν προσελάβετο. Σὺ τίς εἶ ὁ κρίνων ἀλλότριον οἰκέτην; τῷ ἰδίῳ Κυρίῳ στήκει ἢ πίπτει, σταθήσεται δέ· δυνατὸς γάρ ἐστιν ὁ Θεὸς στῆσαι αὐτόν.
Ἀλληλούϊα. Ἦχος  γ΄
Ἐπὶ σοί, Κύριε, ἤλπισα, μὴ καταισχυνθείην.

Στίχ. Γενοῦ μοι εἰς Θεὸν ὑπερασπιστήν.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου