Προκείμενον. Ἦχος πλ. β΄
Σῶσον Κύριε τὸν λαόν σου καὶ εὐλόγησον τὴν
κληρονομίαν σου.
Στίχ. Πρὸς σέ, Κύριε, κεκράξομαι ὁ Θεός μου.
Πρὸς Τιμόθεον Α΄ Ἐπιστολῆς Παύλου τὸ
Ἀνάγνωσμα 1:15-17
Τέκνον Τιμόθεε, πιστὸς ὁ λόγος καὶ πάσης
ἀποδοχῆς ἄξιος, ὅτι Χριστὸς ᾽Ιησοῦς ἦλθεν εἰς τὸν κόσμον ἁμαρτωλοὺς σῶσαι, ὧν
πρῶτός εἰμι ἐγώ· ἀλλὰ διὰ τοῦτο ἠλεήθην, ἵνα ἐν ἐμοὶ πρώτῳ ἐνδείξηται ᾽Ιησοῦς
Χριστὸς τὴν πᾶσαν μακροθυμίαν, πρὸς ὑποτύπωσιν τῶν μελλόντων πιστεύειν ἐπ᾽ αὐτῷ
εἰς ζωὴν αἰώνιον. Τῷ δὲ βασιλεῖ τῶν αἰώνων, ἀφθάρτῳ, ἀοράτῳ, μόνῳ σοφῷ Θεῷ,
τιμὴ καὶ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων· ἀμήν.
Ἀλληλούϊα. Ἦχος πλ. β΄
Ὁ κατοικῶν ἐν βοηθείᾳ τοὺ Ὑψίστου.
Στίχ. Ἐρεῖ τῷ Κυρίῳ· ἀντιλήπτωρ μου εἶ.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου