ΑΠΟΣΤΟΛΟΣ

...ΑΠΟΣΤΟΛΟΣ --- ΠΡΟΚΕΙΜΕΝΑ καί ΑΛΛΗΛΟΥΪΑΡΙΑ -- ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ -- ΕΠΙΣΤΟΛΑΙ ΠΑΥΛΟΥ ΠΕΡΙΟΔΩΝ Α,Β,Γ,Δ,Ε -- ΑΠΟΣΤΟΛΟΙ ΕΟΡΤΩΝ ΤΩΝ ΜΗΝΩΝ, ΙΑΝ, ΦΕΒ, ΜΑΡ, ΑΠΡ, ΜΑΪ, ΙΟΥΝ, ΙΟΥΛ, ΑΥΓ, ΣΕΠ, ΟΚΤ, ΝΟΕ, ΔΕΚ....

Κυριακή 7 Ιανουαρίου 2018

ΚΥΡΙΑΚΗ ΚΒ΄, ΕΩΘΙΝΟΝ ΙΑ΄

Προκείμενον. Ἦχος πλ. α΄
Σύ, Κύριε, φυλάξαις ἡμᾶς και διατηρήσαις ἡμᾶς
Στίχ. Σῶσόν με Κύριε, ὅτι ἐκλέλοιπεν ὅσιος 

Πρὸς Γαλάτας Ἐπιστολῆς Παύλου τὸ Ἀνάγνωσμα   6:11-18
Ἀδελφοί, ἴδετε πηλίκοις ὑμῖν γράμμασιν ἔγραψα τῇ ἐμῇ χειρί. Ὅσοι θέλουσιν εὐπροσωπῆσαι ἐν σαρκί, οὗτοι ἀναγκάζουσιν ὑμᾶς περιτέμνεσθαι, μόνον ἵνα μὴ τῷ σταυρῷ τοῦ Χριστοῦ διώκωνται· οὐδὲ γὰρ οἱ περιτεμνόμενοι αὐτοὶ νόμον φυλάσσουσιν, ἀλλὰ θέλουσιν ὑμᾶς περιτέμνεσθαι ἵνα ἐν τῇ ὑμετέρᾳ σαρκὶ καυχήσωνται. Ἐμοὶ δὲ μὴ γένοιτο καυχᾶσθαι εἰ μὴ ἐν τῷ σταυρῷ τοῦ Κυρίου ἡμῶν ᾽Ιησοῦ Χριστοῦ, δι᾽ οὗ ἐμοὶ κόσμος ἐσταύρωται κἀγὼ τῷ κόσμῳ. Ἐν γὰρ Χριστῷ Ἰησοῦ οὔτε περιτομή τι ἰσχύει οὔτε ἀκροβυστία, ἀλλὰ καινὴ κτίσις. Καὶ ὅσοι τῷ κανόνι τούτῳ στοιχήσουσιν, εἰρήνη ἐπ᾽ αὐτοὺς καὶ ἔλεος, καὶ ἐπὶ τὸν ᾽Ισραὴλ τοῦ Θεοῦ. Τοῦ λοιποῦ κόπους μοι μηδεὶς παρεχέτω· ἐγὼ γὰρ τὰ στίγματα τοῦ Κυρίου ᾽Ιησοῦ ἐν τῷ σώματί μου βαστάζω. ῾Η χάρις τοῦ Κυρίου ἡμῶν ᾽Ιησοῦ Χριστοῦ μετὰ τοῦ πνεύματος ὑμῶν, ἀδελφοί· ἀμήν.
Ἀλληλούϊα. Ἦχος πλ. α΄
Τὰ ἐλέη σου, Κύριε, εἰς τὸν αἰῶνα ᾄσομαι.

Στίχ. Ὅτι εἶπας· εἰς τὸν αἰῶνα ἔλεος οἰκοδομηθήσεται.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου