Πρὸς
Κορινθίους Α΄ Ἐπιστολῆς Παύλου τὸ Ἀνάγνωσμα 14:26-40
Ἀδελφοί, ὅταν συνέρχησθε, ἕκαστος ὑμῶν ψαλμὸν ἔχει, διδαχὴν ἔχει, γλῶσσαν
ἔχει, ἀποκάλυψιν ἔχει, γλῶσσαν ἔχει, ἑρμηνείαν ἔχει· πάντα πρὸς οἰκοδομὴν
γινέσθω. Εἴτε γλώσσῃ τις λαλεῖ, κατὰ δύο ἢ τὸ πλεῖστον τρεῖς, καὶ ἀνὰ μέρος,
καὶ εἷς διερμηνευέτω· ἐὰν δὲ μὴ ᾖ διερμηνευτής, σιγάτω ἐν ἐκκλησίᾳ, ἑαυτῷ δὲ
λαλείτω καὶ τῷ Θεῷ. Προφῆται δὲ δύο ἢ τρεῖς λαλείτωσαν, καὶ οἱ ἄλλοι
διακρινέτωσαν· ἐὰν δὲ ἄλλῳ ἀποκαλυφθῇ καθημένῳ, ὁ πρῶτος σιγάτω. Δύνασθε γὰρ
καθ᾽ ἕνα πάντες προφητεύειν, ἵνα πάντες μανθάνωσιν καὶ πάντες παρακαλῶνται, καὶ
πνεύματα προφητῶν προφήταις ὑποτάσσεται· οὐ γάρ ἐστιν ἀκαταστασίας ὁ Θεὸς ἀλλὰ
εἰρήνης. ῾Ως ἐν πάσαις ταῖς ἐκκλησίαις τῶν ἁγίων. Αἱ γυναῖκες ὑμῶν ἐν ταῖς
ἐκκλησίαις σιγάτωσαν· οὐ γὰρ ἐπιτρέπεται αὐταῖς λαλεῖν· ἀλλὰ ὑποτασσέσθαι,
καθὼς καὶ ὁ νόμος λέγει. Εἰ δέ τι μαθεῖν θέλουσιν, ἐν οἴκῳ τοὺς ἰδίους ἄνδρας
ἐπερωτάτωσαν· αἰσχρὸν γάρ ἐστιν γυναιξίν ἐν ἐκκλησίᾳ λαλεῖν. Ἢ ἀφ᾽ ὑμῶν ὁ λόγος
τοῦ Θεοῦ ἐξῆλθεν; ἢ εἰς ὑμᾶς μόνους κατήντησεν; Εἴ τις δοκεῖ προφήτης εἶναι ἢ
πνευματικός, ἐπιγινωσκέτω ἃ γράφω ὑμῖν ὅτι Κυρίου εἰσὶν ἐντολαί· εἰ δέ τις
ἀγνοεῖ, ἀγνοείτω. Ὥστε, ἀδελφοί μου, ζηλοῦτε τὸ προφητεύειν, καὶ τὸ λαλεῖν
γλώσσαις μὴ κωλύετε · πάντα εὐσχημόνως καὶ κατὰ τάξιν γινέσθω.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου