Πρὸς
Ἐφεσίους Ἐπιστολῆς Παύλου τὸ Ἀνάγνωσμα 2:11-13
Ἀδελφοί, μνημονεύετε ὅτι ὑμεῖς ποτε τὰ ἔθνη ἐν σαρκί, οἱ λεγόμενοι
ἀκροβυστία ὑπὸ τῆς λεγομένης περιτομῆς ἐν σαρκὶ χειροποιήτου, ὅτι ἦτε τῷ καιρῷ
ἐκείνῳ χωρὶς Χριστοῦ, ἀπηλλοτριωμένοι τῆς πολιτείας τοῦ ᾽Ισραὴλ καὶ ξένοι τῶν
διαθηκῶν τῆς ἐπαγγελίας, ἐλπίδα μὴ ἔχοντες καὶ ἄθεοι ἐν τῷ κόσμῳ. Νυνὶ δὲ ἐν
Χριστῷ ᾽Ιησοῦ ὑμεῖς οἱ ποτὲ ὄντες μακρὰν ἐγενήθητε ἐγγὺς ἐν τῷ αἵματι τοῦ
Χριστοῦ.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου