Πρὸς
Γαλάτας Ἐπιστολῆς Παύλου τὸ Ἀνάγνωσμα 3:15-22
᾽Αδελφοί, κατὰ ἄνθρωπον λέγω· ὅμως ἀνθρώπου κεκυρωμένην διαθήκην οὐδεὶς
ἀθετεῖ ἢ ἐπιδιατάσσεται. Τῷ δὲ ᾽Αβραὰμ ἐρρέθησαν αἱ ἐπαγγελίαι καὶ τῷ σπέρματι
αὐτοῦ. Οὐ λέγει· Καὶ τοῖς σπέρμασιν, ὡς ἐπὶ πολλῶν, ἀλλ᾽ ὡς ἐφ᾽ ἑνός. Καὶ τῷ
σπέρματί σου, ὅς ἐστι Χριστός. Τοῦτο δὲ λέγω· διαθήκην προκεκυρωμένην ὑπὸ τοῦ
Θεοῦ ὁ μετὰ τετρακόσια καὶ τριάκοντα ἔτη γεγονὼς νόμος οὐκ ἀκυροῖ, εἰς τὸ
καταργῆσαι τὴν ἐπαγγελίαν. Εἰ γὰρ ἐκ νόμου ἡ κληρονομία, οὐκ ἔτι ἐξ ἐπαγγελίας;
τῷ δὲ ᾽Αβραὰμ δι᾽ ἐπαγγελίας κεχάρισται ὁ Θεός. Τί οὖν ὁ νόμος; τῶν παραβάσεων
χάριν προσετέθη, ἄχρις οὗ ἔλθῃ τὸ σπέρμα ᾧ ἐπήγγελται, διαταγεὶς δι᾽ Ἀγγέλων ἐν
χειρὶ μεσίτου. Ὁ δὲ μεσίτης ἑνὸς οὐκ ἔστιν· ὁ δὲ Θεὸς εἷς ἐστιν. Ὁ οὖν νόμος
κατὰ τῶν ἐπαγγελιῶν τοῦ Θεοῦ; μὴ γένοιτο· εἰ γὰρ ἐδόθη νόμος ὁ δυνάμενος
ζωοποιῆσαι, ὄντως ἂν ἐκ νόμου ἦν ἡ δικαιοσύνη. Ἀλλὰ συνέκλεισεν ἡ γραφὴ τὰ πάντα
ὑπὸ ἁμαρτίαν ἵνα ἡ ἐπαγγελία ἐκ πίστεως ᾽Ιησοῦ Χριστοῦ δοθῇ τοῖς πιστεύουσι.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου