Πρὸς
Θεσσαλονικεῖς Β΄ Ἐπιστολῆς Παύλου τὸ Ἀνάγνωσμα 1:10-12; 2:12
Ἀδελφοί, τὸ μαρτύριον ἡμῶν ἐπιστεύθη ἐφ᾽ ὑμᾶς, ἐν τῇ ἡμέρᾳ ἐκείνῃ. Εἰς ὃ
καὶ προσευχόμεθα πάντοτε περὶ ὑμῶν, ἵνα ὑμᾶς ἀξιώσῃ τῆς κλήσεως ὁ Θεὸς ἡμῶν καὶ
πληρώσῃ πᾶσαν εὐδοκίαν ἀγαθωσύνης καὶ ἔργον πίστεως ἐν δυνάμει· ὅπως ἐνδοξασθῇ
τὸ ὄνομα τοῦ Κυρίου ἡμῶν ᾽Ιησοῦ Χριστοῦ ἐν ὑμῖν, καὶ ὑμεῖς ἐν αὐτῷ, κατὰ τὴν
χάριν τοῦ Θεοῦ ἡμῶν καὶ Κυρίου ᾽Ιησοῦ Χριστοῦ. ᾽Ερωτῶμεν δὲ ὑμᾶς, ἀδελφοί, ὑπὲρ
τῆς παρουσίας τοῦ κυρίου ἡμῶν ᾽Ιησοῦ Χριστοῦ καὶ ἡμῶν ἐπισυναγωγῆς ἐπ᾽ αὐτόν,
εἰς τὸ μὴ ταχέως σαλευθῆναι ὑμᾶς ἀπὸ τοῦ νοὸς μηδὲ θροεῖσθαι μήτε διὰ πνεύματος
μήτε διὰ λόγου μήτε δι᾽ ἐπιστολῆς ὡς δι᾽ ἡμῶν, ὡς ὅτι ἐνέστηκεν ἡ ἡμέρα τοῦ
Χριστοῦ.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου