Πρὸς
Κορινθίους Α΄ Ἐπιστολῆς Παύλου τὸ Ἀνάγνωσμα 15:29-38
Ἀδελφοί, τί ποιήσουσιν οἱ βαπτιζόμενοι ὑπὲρ τῶν νεκρῶν; εἰ ὅλως νεκροὶ οὐκ
ἐγείρονται, τί καὶ βαπτίζονται ὑπὲρ τῶν νεκρῶν ; τί καὶ ἡμεῖς κινδυνεύομεν
πᾶσαν ὥραν; καθ᾽ ἡμέραν ἀποθνῄσκω, νὴ τὴν ὑμετέραν καύχησιν, ἣν ἔχω ἐν Χριστῷ
᾽Ιησοῦ τῷ Κυρίῳ ἡμῶν. Εἰ κατὰ ἄνθρωπον ἐθηριομάχησα ἐν ᾽Εφέσῳ, τί μοι τὸ
ὄφελος; εἰ νεκροὶ οὐκ ἐγείρονται, Φάγωμεν καὶ πίωμεν· αὔριον γὰρ ἀποθνῄσκομεν.
Μὴ πλανᾶσθε· Φθείρουσιν ἤθη χρηστὰ ὁμιλίαι κακαί. Ἐκνήψατε δικαίως καὶ μὴ
ἁμαρτάνετε, ἀγνωσίαν γὰρ Θεοῦ τινες ἔχουσιν· πρὸς ἐντροπὴν ὑμῖν λέγω. ᾽Αλλὰ
ἐρεῖ τις· Πῶς ἐγείρονται οἱ νεκροί; ποίῳ δὲ σώματι ἔρχονται; ἄφρων, σὺ ὃ
σπείρεις οὐ ζῳοποιεῖται ἐὰν μὴ ἀποθάνῃ· καὶ ὃ σπείρεις, οὐ τὸ σῶμα τὸ
γενησόμενον σπείρεις ἀλλὰ γυμνὸν κόκκον εἰ τύχοι σίτου ἤ τινος τῶν λοιπῶν· ὁ δὲ
Θεὸς δίδωσιν αὐτῷ σῶμα καθὼς ἠθέλησε, καὶ ἑκάστῳ τῶν σπερμάτων τὸ ἴδιον σῶμα.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου