ΑΠΟΣΤΟΛΟΣ

...ΑΠΟΣΤΟΛΟΣ --- ΠΡΟΚΕΙΜΕΝΑ καί ΑΛΛΗΛΟΥΪΑΡΙΑ -- ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ -- ΕΠΙΣΤΟΛΑΙ ΠΑΥΛΟΥ ΠΕΡΙΟΔΩΝ Α,Β,Γ,Δ,Ε -- ΑΠΟΣΤΟΛΟΙ ΕΟΡΤΩΝ ΤΩΝ ΜΗΝΩΝ, ΙΑΝ, ΦΕΒ, ΜΑΡ, ΑΠΡ, ΜΑΪ, ΙΟΥΝ, ΙΟΥΛ, ΑΥΓ, ΣΕΠ, ΟΚΤ, ΝΟΕ, ΔΕΚ....

Τρίτη 9 Ιανουαρίου 2018

ΜΕΓΑ ΣΑΒΒΑΤΟΝ ΟΡΘΡΟΣ

Προκείμενον. Ἦχος πλ. δ΄
Ἀνάστηθι, Κύριε, ὁ Θεός μου, ὑψωθήτω ἡ χείρ σου.
Στίχ. Ἐξομολογήσομαί, Κύριε, ἐν ὅλῃ καρδίᾳ μου.

Πρὸς Κορινθίους Α΄ Ἐπιστολῆς Παύλου τὸ Ἀνάγνωσμα  5:6-8, Γαλάτας 3:13-14
Ἀδελφοί, μικρὰ ζύμη ὅλον τὸ φύραμα ζυμοῖ. Ἐκκαθάρατε οὖν τὴν παλαιὰν ζύμην, ἵνα ἦτε νέον φύραμα, καθώς ἐστε ἄζυμοι. Καὶ γὰρ τὸ Πάσχα ἡμῶν ὑπὲρ ἡμῶν ἐτύθη Χριστός· ὥστε ἑορτάζωμεν μὴ ἐν ζύμῃ παλαιᾷ, μηδὲ ἐν ζύμῃ κακίας καί πονηρίας, ἀλλ᾽ ἐν ἀζύμοις εἰλικρινείας καὶ ἀληθείας. Χριστὸς ἡμᾶς ἐξηγόρασεν ἐκ τῆς κατάρας τοῦ νόμου γενόμενος ὑπὲρ ἡμῶν κατάρα· γέγραπται γάρ· ἐπικατάρατος πᾶς ὁ κρεμάμενος ἐπὶ ξύλου. Ἵνα εἰς τὰ ἔθνη ἡ εὐλογία τοῦ ᾽Αβραὰμ γένηται ἐν Χριστῷ ᾽Ιησοῦ, ἵνα τὴν ἐπαγγελίαν τοῦ Πνεύματος λάβωμεν διὰ τῆς πίστεως.

ΛΕΙΤΟΥΡΓΙΑ
Προκείμενον. Ἦχος πλ. α΄
Πᾶσα ἡ γῆ προσκυνησάτωσάν σοι καὶ ψαλάτωσάν σοι.
Στίχ. Ἀλαλάξατε τῷ Κυρίῳ πᾶσα ἡ γῆ.
Πρὸς Ρωμαίους Ἐπιστολῆς Παύλου τὸ Ἀνάγνωσμα   6:3-11
Ἀδελφοί, ὅσοι εἰς Χριστὸν ἐβαπτίσθημεν, εἰς τὸν θάνατον αὐτοῦ ἐβαπτίσθημεν. Συνετάφημεν οὖν αὐτῷ διὰ τοῦ Βαπτίσματος εἰς τὸν θάνατον, ἵνα ὥσπερ ἠγέρθη Χριστὸς ἐκ νεκρῶν διὰ τῆς δόξης τοῦ Πατρός, οὕτω καὶ ἡμεῖς ἐν καινότητι ζωῆς περιπατήσωμεν. Εἰ γὰρ σύμφυτοι γεγόναμεν τῷ ὁμοιώματι τοῦ θανάτου αὐτοῦ, ἀλλὰ καὶ τῆς ἀναστάσεως ἐσόμεθα, τοῦτο γινώσκοντες, ὅτι ὁ παλαιὸς ἡμῶν ἄνθρωπος συνεσταυρώθη ἵνα καταργηθῇ τὸ σῶμα τῆς ἁμαρτίας, τοῦ μηκέτι δουλεύειν ἡμᾶς τῇ ἁμαρτίᾳ· ὁ γὰρ ἀποθανὼν δεδικαίωται ἀπὸ τῆς ἁμαρτίας. Εἰ δὲ ἀπεθάνομεν σὺν Χριστῷ, πιστεύομεν ὅτι καὶ συζήσομεν αὐτῷ, εἰδότες ὅτι Χριστὸς ἐγερθεὶς ἐκ νεκρῶν οὐκέτι ἀποθνήσκει, θάνατος αὐτοῦ οὐκέτι κυριεύει. Ὃ γὰρ ἀπέθανε, τῇ ἁμαρτίᾳ ἀπέθανεν ἐφάπαξ, ὃ δὲ ζῇ, ζῇ τῷ Θεῷ. Οὕτω καὶ ὑμεῖς λογίζεσθε ἑαυτοὺς νεκροὺς μὲν εἶναι τῇ ἁμαρτίᾳ, ζῶντας δὲ τῷ Θεῷ ἐν Χριστῷ ᾽Ιησοῦ τῷ Κυρίῳ ἡμῶν.

Ἀντὶ τοῦ Ἀλληλούϊα τὸν παρὀντα στίχον.
Ἦχος βαρύς
Ἀνάστα ὁ Θεός, κρῖνον τὴν γῆν, ὅτι σὺ κατακληρονομήσεις ἐν πᾶσι τοῖς ἔθνεσι.
Τὸν αὐτὸν ψάλλομεν καὶ ἐν ἑνὶ ἑκάστῳ τῶν ἑπομένων Στίχων τοῦ Ψαλμοῦ πα', λεγομένων παρὰ τοῦ Ἀναγνώστου χύμα.
Στίχ. Ὁ Θεὸς ἔστη ἐν συναγωγῇ Θεῶν, ἐν μέσῳ δὲ θεοὺς διακρινεῖ.
Ἀνάστα, ὁ Θεός, κρῖνον τὴν γῆν, ὅτι σὺ κατακληρονομήσεις ἐν πᾶσι τοῖς ἔθνεσι.
Στίχ. Ἕως πότε κρίνετε ἀδικίαν, καὶ πρόσωπα ἁμαρτωλῶν λαμβάνετε;
Ἀνάστα, ὁ Θεός, κρῖνον τὴν γῆν, ὅτι σὺ κατακληρονομήσεις ἐν πᾶσι τοῖς ἔθνεσι.
Στίχ. Κρίνατε ὀρφανῷ καὶ πτωχῷ, ταπεινὸν καὶ πένητα δικαιώσατε.
Ἀνάστα, ὁ Θεός, κρῖνον τὴν γῆν, ὅτι σὺ κατακληρονομήσεις ἐν πᾶσι τοῖς ἔθνεσι.
Στίχ. Ἐξέλεσθε πένητα καὶ πτωχόν, ἐκ χειρὸς ἁμαρτωλοῦ ῥύσασθε αὐτόν.
Ἀνάστα, ὁ Θεός, κρῖνον τὴν γῆν, ὅτι σὺ κατακληρονομήσεις ἐν πᾶσι τοῖς ἔθνεσι.
Στίχ. Οὐκ ἔγνωσαν, οὐδὲ συνῆκαν, ἐν σκότει διαπορεύονται, σαλευθήτωσαν πάντα τὰ θεμέλια τῆς γῆς.
Ἀνάστα, ὁ Θεός, κρῖνον τὴν γῆν, ὅτι σὺ κατακληρονομήσεις ἐν πᾶσι τοῖς ἔθνεσι.
Στίχ. Ἐγὼ εἶπα, θεοί ἐστε, καὶ υἱοὶ Ὑψίστου πάντες, ὑμεῖς δὲ ὡς ἄνθρωποι ἀποθνήσκετε, καὶ ὡς εἷς τῶν ἀρχόντων πίπτετε.
Ἀνάστα, ὁ Θεός, κρῖνον τὴν γῆν, ὅτι σὺ κατακληρονομήσεις ἐν πᾶσι τοῖς ἔθνεσι.
Κοινωνικὸν
Ἐξηγέρθη ὡς ὁ ὑπνῶν Κύριος, καὶ ἀνέστη σῴζων ἡμᾶς.


Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου