Καθολικῆς Α΄Ἐπιστολῆς
Ἰωάννου τὸ Ἀνάγνωσμα 2:7-17
᾽Αδελφοί, οὐκ ἐντολὴν καινὴν γράφω ὑμῖν, ἀλλ᾽ ἐντολὴν παλαιάν, ἣν εἴχετε
ἀπ᾽ ἀρχῆς· ἡ ἐντολὴ ἡ παλαιά ἐστιν ὁ λόγος ὃν ἠκούσατε ἀπ᾽ ἀρχῆς. Πά λιν
ἐντολὴν καινὴν γράφω ὑμῖν, ὅ ἐστιν ἀληθὲς ἐν αὐτῷ καὶ ἐν ὑμῖν, ὅτι ἡ σκοτία
παράγεται καὶ τὸ φῶς τὸ ἀληθινὸν ἤδη φαίνει. Ὁ λέγων ἐν τῷ φωτὶ εἶναι, καὶ τὸν
ἀδελφὸν αὐτοῦ μισῶν, ἐν τῇ σκοτίᾳ ἐστὶν ἕως ἄρτι. Ὁ ἀγαπῶν τὸν ἀδελφὸν αὐτοῦ ἐν
τῷ φωτὶ μένει, καὶ σκάνδαλον ἐν αὐτῷ οὐκ ἔστιν· ὁ δὲ μισῶν τὸν ἀδελφὸν αὐτοῦ ἐν
τῇ σκοτίᾳ ἐστὶ καὶ ἐν τῇ σκοτίᾳ περιπατεῖ, καὶ οὐκ οἶδε ποῦ ὑπάγει, ὅτι ἡ
σκοτία ἐτύφλωσε τοὺς ὀφθαλμοὺς αὐτοῦ. Γράφω ὑμῖν, τεκνία, ὅτι ἀφέωνται ὑμῖν αἱ
ἁμαρτίαι διὰ τὸ ὄνομα αὐτοῦ. Γράφω ὑμῖν, πατέρες, ὅτι ἐγνώκατε τὸν ἀπ᾽ ἀρχῆς.
Γράφω ὑμῖν, νεανίσκοι, ὅτι νενικήκατε τὸν πονηρόν. Ἔγραψα ὑμῖν, παιδία, ὅτι
ἐγνώκατε τὸν πατέρα. Ἔγραψα ὑμῖν, πατέρες, ὅτι ἐγνώκατε τὸν ἀπ᾽ ἀρχῆς. Ἔγραψα
ὑμῖν, νεανίσκοι, ὅτι ἰσχυροί ἐστε καὶ ὁ λόγος τοῦ Θεοῦ ἐν ὑμῖν μένει καὶ
νενικήκατε τὸν πονηρόν. Μὴ ἀγαπᾶτε τὸν κόσμον μηδὲ τὰ ἐν τῷ κόσμῳ. Ἐάν τις
ἀγαπᾷ τὸν κόσμον, οὐκ ἔστιν ἡ ἀγάπη τοῦ Πατρὸς ἐν αὐτῷ· ὅτι πᾶν τὸ ἐν τῷ κόσμῳ,
ἡ ἐπιθυμία τῆς σαρκὸς καὶ ἡ ἐπιθυμία τῶν ὀφθαλμῶν καὶ ἡ ἀλαζονεία τοῦ βίου, οὐκ
ἔστιν ἐκ τοῦ Πατρός, ἀλλ᾽ ἐκ τοῦ κόσμου ἐστί. Καὶ ὁ κόσμος παράγεται καὶ ἡ ἐπιθυμία
αὐτοῦ· ὁ δὲ ποιῶν τὸ θέλημα τοῦ Θεοῦ μένει εἰς τὸν αἰῶνα.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου