Πρὸς
Τιμόθεον Β΄ Ἐπιστολῆς Παύλου τὸ Ἀνάγνωσμα 4:9-22
Τέκνον Τιμόθεε, σπούδασον ἐλθεῖν πρός με ταχέως· Δημᾶς γάρ με ἐγκατέλιπεν
ἀγαπήσας τὸν νῦν αἰῶνα, καὶ ἐπορεύθη εἰς Θεσσαλονίκην, Κρήσκης εἰς Γαλατίαν,
Τίτος εἰς Δαλματίαν· Λουκᾶς ἐστι μόνος μετ᾿ ἐμοῦ. Μᾶρκον ἀναλαβὼν ἄγε μετὰ
σεαυτοῦ· ἔστι γάρ μοι εὔχρηστος εἰς διακονίαν. Τυχικὸν δὲ ἀπέστειλα εἰς
῎Εφεσον. Τὸν φαιλόνην, ὃν ἀπέλιπον ἐν Τρῳάδι παρὰ Κάρπῳ, ἐρχόμενος φέρε, καὶ τὰ
βιβλία, μάλιστα τὰς μεμβράνας. ᾿Αλέξανδρος ὁ χαλκεὺς πολλά μοι κακὰ ἐνεδείξατο·
ἀποδῴη αὐτῷ ὁ Κύριος κατὰ τὰ ἔργα αὐτοῦ· ὃν καὶ σὺ φυλάσσου· λίαν γὰρ ἀνθέστηκε
τοῖς ἡμετέροις λόγοις. ᾿Εν τῇ πρώτῃ μου ἀπολογίᾳ οὐδείς μοι συμπαρεγένετο, ἀλλὰ
πάντες με ἐγκατέλιπον· μὴ αὐτοῖς λογισθείη· ὁ δὲ Κύριός μοι παρέστη καὶ ἐνεδυνάμωσέ
με, ἵνα δι᾿ ἐμοῦ τὸ κήρυγμα πληροφορηθῇ καὶ ἀκούσῃ πάντα τὰ ἔθνη καὶ ἐρρύσθην
ἐκ στόματος λέοντος. Καὶ ῥύσεταί με ὁ Κύριος ἀπὸ παντὸς ἔργου πονηροῦ καὶ σώσει
εἰς τὴν βασιλείαν αὐτοῦ τὴν ἐπουράνιον· ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων·
ἀμήν. ῎Ασπασαι Πρίσκαν καὶ ᾿Ακύλαν καὶ τὸν ᾿Ονησιφόρου οἶκον. ῎Εραστος ἔμεινεν
ἐν Κορίνθῳ, Τρόφιμον δὲ ἀπέλιπον ἐν Μιλήτῳ ἀσθενοῦντα. Σπούδασον πρὸ χειμῶνος
ἐλθεῖν. ᾿Ασπάζεταί σε Εὔβουλος καὶ Πούδης καὶ Λίνος καὶ Κλαυδία καὶ οἱ ἀδελφοὶ
πάντες. Ὁ Κύριος ᾿Ιησοῦς Χριστὸς μετὰ τοῦ πνεύματός σου. ῾Η χάρις μεθ᾿ ὑμῶν·
ἀμήν.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου