ΑΠΟΣΤΟΛΟΣ

...ΑΠΟΣΤΟΛΟΣ --- ΠΡΟΚΕΙΜΕΝΑ καί ΑΛΛΗΛΟΥΪΑΡΙΑ -- ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ -- ΕΠΙΣΤΟΛΑΙ ΠΑΥΛΟΥ ΠΕΡΙΟΔΩΝ Α,Β,Γ,Δ,Ε -- ΑΠΟΣΤΟΛΟΙ ΕΟΡΤΩΝ ΤΩΝ ΜΗΝΩΝ, ΙΑΝ, ΦΕΒ, ΜΑΡ, ΑΠΡ, ΜΑΪ, ΙΟΥΝ, ΙΟΥΛ, ΑΥΓ, ΣΕΠ, ΟΚΤ, ΝΟΕ, ΔΕΚ....

Κυριακή 7 Ιανουαρίου 2018

ΚΥΡΙΑΚΗ ΙΣΤ΄, ΕΩΘΙΝΟΝ Ε΄

Προκείμενον.  Ἦχος βαρύς
Κύριος ἰσχὺν τῷ λαῷ αὐτοῦ δώσει.
Στίχ. Ἐνέγκατε τῷ Κυρίῳ υἱοὶ Θεοῦ, ἐνέγκατε τῷ Κυρίῳ δόξαν καὶ τιμήν.
Πρὸς Κορινθίους Β΄ Ἐπιστολῆς Παύλου τὸ Ἀνάγνωσμα 6:1-10

Ἀδελφοί, συνεργοῦντες  παρακαλοῦμεν, μὴ εἰς κενὸν τὴν χάριν τοῦ Θεοῦ δέξασθαι ὑμᾶς. Λέγει γάρ· Καιρῷ δεκτῷ ἐπήκουσά σου καὶ ἐν ἡμέρᾳ σωτηρίας ἐβοήθησά σοι· ἰδοὺ νῦν καιρὸς εὐπρόσδεκτος· ἰδοὺ νῦν ἡμέρα σωτηρίας. Μηδεμίαν ἐν μηδενὶ διδόντες προσκοπήν, ἵνα μὴ μωμηθῇ ἡ διακονία, ἀλλ᾽ ἐν παντὶ συνιστῶντες ἑαυτοὺς ὡς Θεοῦ διάκονοι, ἐν ὑπομονῇ πολλῇ, ἐν θλίψεσιν, ἐν ἀνάγκαις, ἐν στενοχωρίαις, ἐν πληγαῖς, ἐν φυλακαῖς, ἐν ἀκαταστασίαις, ἐν κόποις, ἐν ἀγρυπνίαις, ἐν νηστείαις, ἐν ἁγνότητι, ἐν γνώσει, ἐν μακροθυμίᾳ, ἐν χρηστότητι, ἐν Πνεύματι ἁγίῳ, ἐν ἀγάπῃ ἀνυποκρίτῳ, ἐν λόγῳ ἀληθείας, ἐν δυνάμει Θεοῦ· διὰ τῶν ὅπλων τῆς δικαιοσύνης τῶν δεξιῶν καὶ ἀριστερῶν, διὰ δόξης καὶ ἀτιμίας, διὰ δυσφημίας καὶ εὐφημίας· ὡς πλάνοι καὶ ἀληθεῖς, ὡς ἀγνοούμενοι καὶ ἐπιγινωσκόμενοι, ὡς ἀποθνῄσκοντες καὶ ἰδοὺ ζῶμεν, ὡς παιδευόμενοι καὶ μὴ θανατούμενοι, ὡς λυπούμενοι ἀεὶ δὲ χαίροντες, ὡς πτωχοὶ πολλοὺς δὲ πλουτίζοντες, ὡς μηδὲν ἔχοντες καὶ πάντα κατέχοντες.
Ἀλληλούϊα. Ἦχος βαρύς
Ἀγαθὸν τῷ ἐξομολογεῖσθαι τῷ Κυρίῳ.

Στίχ. Τοῦ ἀναγγέλλειν τὸ πρωῒ τὸ ἔλεός σου, καὶ τὴν ἀλήθειάν  σου κατὰ νύκτα.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου