ΕΙΣ ΤΗΝ ΛΕΙΤΟΥΡΓΙΑΝ
Ψάλλομεν τὰ παρόντα Ἀντίφωνα
Ἀντίφωνον α'
Ἦχος β'
Στίχ. Ἠγάπησα, ὅτι
εἰσακούσεται Κύριος τῆς φωνῆς τῆς δεήσεώς μου.
Ταῖς πρεσβείαις τῆς Θεοτόκου. . .
Στίχ. Περιέσχον με ὠδῖνες
θανάτου, κίνδυνοι ᾍδου εὕροσάν με.
Ταῖς πρεσβείαις τῆς Θεοτόκου. . .
Στίχ. Θλίψιν καὶ ὀδύνην εὗρον,
καὶ τὸ ὄνομα Κυρίου ἐπεκαλεσάμην.
Ταῖς πρεσβείαις τῆς Θεοτόκου. . .
Στίχ. Εὐαρεστήσω ἐνώπιον
Κυρίου ἐν χώρᾳ ζώντων.
Ταῖς πρεσβείαις τῆς Θεοτόκου. . .
Δόξα. . . Καὶ νῦν. . .
Ταῖς πρεσβείαις τῆς Θεοτόκου. . .
Ἀντίφωνον β'
Ἦχος ὁ αὐτὸς
Στίχ. Ἐπίστευσα· διὸ ἐλάλησα.
ἐγὼ δὲ ἐταπεινώθην σφόδρα.
Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἐπὶ πώλου ὄνου καθεσθείς, ψάλλοντάς σοι. Ἀλληλούϊα.
Στίχ. τί ἀνταποδώσω τῷ Κυρίῳ
περὶ πάντων, ὧν ἀνταπέδωκέ μοι;
Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ. . .
Στίχ. Ποτήριον σωτηρίου
λήψομαι, καὶ τὸ ὄνομα Κυρίου ἐπικαλέσομαι.
Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ. . .
Στίχ. Τὰς εὐχάς μου τῷ Κυρίῳ
ἀποδώσω ἐναντίον παντὸς τοῦ λαοῦ αὐτοῦ.
Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ. . .
Δόξα. . . Καὶ νῦν. . .
Ὁ Μονογενὴς Υἱὸς καὶ Λόγος τοῦ Θεοῦ. . .
Ἀντίφωνον γ'
Ἦχος α'
Στίχ. Ἐξομολογεῖσθε τῷ Κυρίῳ,
ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
Ἀπολυτίκιον Ἦχος α'
Τὴν κοινὴν Ἀνάστασιν, πρὸ τοῦ σοῦ Πάθους πιστούμενος, ἐκ νεκρῶν ἤγειρας τὸν
Λάζαρον Χριστὲ ὁ Θεός· ὅθεν καὶ ἡμεῖς ὡς οἱ Παῖδες, τὰ τῆς νίκης σύμβολα
φέροντες, σοὶ τῷ Νικητῇ τοῦ θανάτου βοῶμεν· Ὡσαννὰ ἐν τοῖς ὑψίστοις,
εὐλογημένος ὁ ἐρχόμενος, ἐν ὀνόματι Κυρίου.
Στίχ. Εἰπάτω δὴ οἶκος Ἰσραήλ,
ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
Τὴν κοινὴν Ἀνάστασιν. . .
Στίχ. Εἰπάτω δὴ οἶκος Ἀαρών,
ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
Τὴν κοινὴν Ἀνάστασιν. . .
Στίχ. Εἰπάτωσαν δὴ πάντες οἱ
φοβούμενοι τὸν Κύριον, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
Τὴν κοινὴν Ἀνάστασιν. . .
Εἰσοδικὸν
Εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου. Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν.
Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ. . .
Εἶτα τὸ Ἀπολυτίκιον
Ἀπολυτίκιον Ἦχος α'
Τὴν κοινὴν Ἀνάστασιν, πρὸ τοῦ σοῦ Πάθους πιστούμενος, ἐκ νεκρῶν ἤγειρας τὸν
Λάζαρον Χριστὲ ὁ Θεός· ὅθεν καὶ ἡμεῖς ὡς οἱ Παῖδες, τὰ τῆς νίκης σύμβολα
φέροντες, σοὶ τῷ Νικητῇ τοῦ θανάτου βοῶμεν· Ὡσαννὰ ἐν τοῖς ὑψίστοις,
εὐλογημένος ὁ ἐρχόμενος, ἐν ὀνόματι Κυρίου.
Δόξα. . . Ἦχος δ'
Συνταφέντες σοι διὰ τοῦ Βαπτίσματος, Χριστὲ ὁ Θεὸς ἡμῶν, τῆς ἀθανάτου ζωῆς
ἠξιώθημεν τῇ Ἀναστάσει σου, καὶ ἀνυμνοῦντες κράζομεν· Ὡσαννὰ ἐν τοῖς ὑψίστοις,
εὐλογημένος ὁ ἐρχόμενος, ἐν ὀνόματι Κυρίου.
Καὶ νῦν. . . τὸ Κοντάκιον Ἦχος πλ. β'
Τῷ θρόνῳ ἐν οὐρανῷ, τῷ πώλῳ ἐπὶ τῆς γῆς, ἐποχούμενος Χριστὲ ὁ Θεός, τῶν
Ἀγγέλων τὴν αἴνεσιν, καὶ τῶν Παίδων ἀνύμνησιν προσεδέξω βοώντων σοι·
Εὐλογημένος εἶ ὁ ἐρχόμενος, τὸν Ἀδὰμ ἀνακαλέσασθαι.
Προκείμενον. Ἦχος δ΄
Εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. Ἐξομολογεῖσθε τῷ Κυρίῳ ὅτι ἀγαθὸς, ὅτι εἰς
τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
Πρὸς Φιλιππησίους Ἐπιστολῆς Παύλου τὸ Ἀνάγνωσμα
4:4-9
Ἀδελφοί, χαίρετε ἐν Κυρίῳ πάντοτε· πάλιν ἐρῶ, χαίρετε. Τὸ ἐπιεικὲς ὑμῶν
γνωσθήτω πᾶσιν ἀνθρώποις. Ὁ Κύριος ἐγγύς. Μηδὲν μεριμνᾶτε, ἀλλ᾽ ἐν παντὶ τῇ
προσευχῇ καὶ τῇ δεήσει μετὰ εὐχαριστίας τὰ αἰτήματα ὑμῶν γνωριζέσθω πρὸς τὸν
Θεόν· καὶ ἡ εἰρήνη τοῦ Θεοῦ ἡ ὑπερέχουσα πάντα νοῦν φρουρήσει τὰς καρδίας ὑμῶν
καὶ τὰ νοήματα ὑμῶν ἐν Χριστῷ ᾽Ιησοῦ. Τὸ λοιπόν, ἀδελφοί, ὅσα ἐστὶν ἀληθῆ, ὅσα
σεμνά, ὅσα δίκαια, ὅσα ἁγνά, ὅσα προσφιλῆ, ὅσα εὔφημα, εἴ τις ἀρετὴ καὶ εἴ τις
ἔπαινος, ταῦτα λογίζεσθε· ἃ καὶ ἐμάθετε καὶ παρελάβετε καὶ ἠκούσατε καὶ εἴδετε
ἐν ἐμοί, ταῦτα πράσσετε· καὶ ὁ Θεὸς τῆς εἰρήνης ἔσται μεθ᾽ ὑμῶν.
Ἀλληλούϊα.
Ἦχος α΄
ᾌσατε τῷ Κυρίῳ ᾆσμα καινόν.
Στίχ. Εἴδοσαν πάντα τὰ πέρατα
τῆς γῆς τὸ σωτήριον τοῦ Θεοῦ.
Κοινωνικὸν
Εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου