Προκείμενον. Ἦχος γ΄
Κύριος φωτισμός μου καὶ σωτήρ μου.
Στίχ. Κύριος ὑπερασπιστὴς τῆς ζωής μου.
Πρὸς Ἑβραίους Ἐπιστολῆς Παύλου τὸ Ἀνάγνωσμα
12:28-29, 13:1-8
Ἀδελφοί, βασιλείαν ἀσάλευτον παραλαμβάνοντες ἔχομεν χάριν, δι᾽ ἧς
λατρεύομεν εὐαρέστως τῷ Θεῷ μετὰ αἰδοῦς καὶ εὐλαβείας· καὶ γὰρ ὁ Θεὸς ἡμῶν πῦρ
καταναλίσκον. ῾Η φιλαδελφία μενέτω, τῆς φιλοξενίας μὴ ἐπιλανθάνεσθε· διὰ ταύτης
γὰρ ἔλαθόν τινες ξενίσαντες ἀγγέλους. Μιμνήσκεσθε τῶν δεσμίων ὡς συνδεδεμένοι,
τῶν κατηχουμένων ὡς καὶ αὐτοὶ ὄντες ἐν σώματι. Τίμιος ὁ γάμος ἐν πᾶσι καὶ ἡ
κοίτη ἀμίαντος· πόρνους δὲ καὶ μοιχοὺς κρινεῖ ὁ Θεός. ᾽Αφιλάργυρος ὁ τρόπος,
ἀρκούμενοι τοῖς παροῦσιν· αὐτὸς γὰρ εἴρηκεν· οὐ μή σε ἀνῶ οὐδ᾽ οὐ μή σε
ἐγκαταλίπω· ὥστε θαρροῦντας ἡμᾶς λέγειν· Κύριος ἐμοὶ βοηθός, καὶ οὐ
φοβηθήσομαι· τί ποιήσει μοι ἄνθρωπος; Μνημονεύετε τῶν ἡγουμένων ὑμῶν, οἵτινες
ἐλάλησαν ὑμῖν τὸν λόγον τοῦ Θεοῦ, ὧν ἀναθεωροῦντες τὴν ἔκβασιν τῆς ἀναστροφῆς
μιμεῖσθε τὴν πίστιν. ᾽Ιησοῦς Χριστὸς χθὲς καὶ σήμερον ὁ αὐτὸς καὶ εἰς τοὺς
αἰῶνας.
Ἀλληλούϊα.
Ἦχος πλ. α΄
Ὁ Κύριος ἐβασίλευσεν, εὐπρέπειαν ένεδύσατο.
Στίχ. Καὶ γὰρ ἐστερέωσε τὴν
οἰκουμένην.
Κοινωνικόν.
Ἐκ στόματος νηπίων καὶ θηλαζόντων κατηρτίσω αἶνον.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου